Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Αἰσίωνα δέ φησιν Ἕρμιππος, ἐρωτηθέντα περὶ τῶν πάλαι ῥητόρων καὶ τῶν καθ᾽ αὑτὸν, εἰπεῖν ὡς ἀκούων μὲν ἄν τις ἐθαύμασεν ἐκείνους εὐκόσμως καὶ μεγαλοπρεπῶς τῷ δήμῳ διαλεγομένους, ἀναγινωσκόμενοι δ᾽ οἱ Δημοσθένους λόγοι πολὺ τῇ κατασκευῇ καὶ δυνάμει διαφέρουσιν. οἱ μὲν οὖν γεγραμμένοι τῶν λόγων
[p. 28]
ὅτι τὸ αὐστηρὸν πολὺ καὶ πικρὸν ἔχουσι, τί ἂν λέγοι τις; ἐν δὲ ταῖς ἀπαντήσεσι ταῖς παρὰ τὸν καιρὸν ἐχρῆτο καὶ τῷ γελοίῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.