Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
‘βάδιζε,
Μουνάτιε, βάδιζε, καὶ λέγε πρὸς Πομπήϊον ὡς Κάτων οὐκ ἔστι διὰ τῆς γυναικωνίτιδος
ἁλώσιμος, ἀλλὰ τὴν μὲν εὔνοιαν ἀγαπᾷ, καὶ τὰ δίκαια ποιοῦντι φιλίαν παρέξει πάσης
πιστοτέραν οἰκειότητος, ὅμηρα δὲ οὐ προήσεται τῇ Πομπηΐου δόξῃ κατὰ τῆς πατρίδος.’
ἐπὶ τούτοις ἤχθοντο μὲν αἱ γυναῖκες, ᾐτιῶντο δὲ οἱ φίλοι τοῦ Κάτωνος ὡς ἄγροικον ἅμα καὶ ὑπερήφανον τὴν ἀπόκρισιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.