Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
‘ἀνὴρ
δειλὸς ἐπὶ πόλεμον ἐξῄει, φθεγξαμένων δὲ κοράκων τὰ ὅπλα θεὶς ἡσύχαζεν: εἶτα ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν: ῾ Ὑμεῖς κεκράξεσθε μὲν μέγιστον ὡς
[p. 164]
δυνατόν, ἐμοῦ δὲ οὐ γεύσεσθε.᾿’ πάλιν δέ ποτε τῶν Ἀθηναίων ἐξαγαγεῖν αὐτὸν ἐπὶ τοὺς πολεμίους κελευόντων, ὡς δ᾽ οὐκ ἐβούλετο, δειλὸν καὶ ἄνανδρον ἀποκαλούντων, ‘οὔτε ὑμεῖς,’ εἶπεν, ‘ἐμὲ
δύνασθε ποιῆσαι θαρσαλέον οὔτε ἐγὼ ὑμᾶς δειλούς. οὐ μὴν ἀλλ᾽ ἴσμεν ἀλλήλους.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.