Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ
Δημοσθένους ἐν Καλαυρίᾳ καὶ
Ὑπερείδου πρὸς Κλεωναῖς θάνατος, περὶ ὧν ἐν
ἄλλοις γέγραπται, μονονοὺκ ἔρωτα καὶ πόθον
Ἀθηναίοις Ἀλεξάνδρου καὶ Φιλίππου παρίστη.
καὶ τοῦτο1 ὅπερ ὕστερον, ἀναιρεθέντος Ἀντιγόνου
καὶ τῶν ἀνελόντων ἐκεῖνον ἀρξαμένων βιάζεσθαι
καὶ λυπεῖν τοὺς ἀνθρώπους, ἀνὴρ ἄγροικος
ἐν Φρυγίᾳ χωρίον ὀρύττων πυθομένου τινός, ‘τί
ποιεῖς;’ στενάξας, ‘Ἀντίγονον,’ εἶπε, ‘ζητῶ:’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.