Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
κρινομένου μέντοι τοῦ Χαρικλέους ἐπὶ τοῖς Ἁρπαλείοις,
καὶ δεομένου βοηθεῖν αὐτῷ τὸν Φωκίωνα
καὶ συνεισελθεῖν εἰς τὸ δικαστήριον, οὐκ ἠθέλησεν,
εἰπών: ‘ἐγώ σε, ὦ Χαρίκλεις, ἐπὶ πᾶσι
τοῖς δικαίοις γαμβρὸν ἐποιησάμην.’
πρώτου δὲ Ἀθηναίοις Ἀσκληπιάδου τοῦ Ἱππάρχου τεθνάναι προσαγγείλαντος Ἀλέξανδρον, ὁ μὲν Δημάδης ἐκέλευε μὴ προσέχειν: πάλαι γὰρ ἂν ὅλην ὄζειν νεκροῦ τὴν οἰκουμένην: ὁ δὲ Φωκίων ἐπηρμένον ὁρῶν πρὸς τὸ νεωτερίζειν τὸν δῆμον ἐπειρᾶτο παρηγορεῖν καὶ κατέχειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.