Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀρτεμίδωρος δὲ Κνίδιος τὸ γένος,
Ἑλληνικῶν λόγων σοφιστὴς καὶ διὰ τοῦτο γεγονὼς ἐνίοις συνήθης τῶν περὶ
Βροῦτον, ὥστε καὶ γνῶναι τὰ πλεῖστα τῶν πραττομένων, ἧκε μὲν ἐν
βιβλιδίῳ κομίζων ἅπερ ἔμελλε μηνύειν, ὁρῶν δὲ τὸν Καίσαρα τῶν
βιβλιδίων ἕκαστον δεχόμενον καὶ παραδιδόντα τοῖς περὶ αὐτὸν ὑπηρέταις,
ἐγγὺς σφόδρα προσελθών, ‘τοῦτο,’ ἔφη, ‘Καῖσαρ, ἀνάγνωθι μόνος καὶ ταχέως: γέγραπται γὰρ
ὑπὲρ πραγμάτων μεγάλων καὶ σοὶ διαφερόντων.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.