Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οἱ δὲ τῆς μεταβολῆς [p. 588]
ἐφιέμενοι καί πρὸς μόνον ἐκεῖνον ἢ πρῶτον ἀποβλέποντες αὐτῷ μὲν οὐκ
ἐτόλμων διαλέγεσθαι, νύκτωρ δὲ κατεπίμπλασαν γραμμάτων τὸ βῆμα καὶ τὸν
δίφρον ἐφ᾽ οὗ στρατηγῶν ἐχρημάτιζεν ὧν ἦν τὰ πολλὰ τοιαῦτα: ‘καθεύδεις, ὦ Βροῦτε,’ καὶ ‘οὐκ εἶ Βροῦτος.’ ὑφ᾽ ὧν ὁ Κάσσιος αἰσθόμενος διακινούμενον
ἡσυχῇ τὸ φιλότιμον αὐτοῦ, μᾶλλον ἢ πρότερον ἐνέκειτο καί παρώξυνεν,
αὐτὸς ἰδίᾳ τι καί μίσους ἔχων πρὸς τὸν Καίσαρα δι᾽ αἰτίας ἃς ἐν
τοῖς περὶ Βρούτου γεγραμμένοις δεδηλώκαμεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.