Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν δὲ δυνατῶν τοῖς μὲν ὑπατείας καὶ
στρατηγίας εἰς τοὐπιὸν ἐπηγγέλλετο, τοὺς δ᾽ ἄλλαις τισὶν ἐξουσίαις καὶ
τιμαῖς παρεμυθεῖτο, πᾶσι δὲ ἐλπίζειν ἐνεδίδου, μνηστευόμενος ἄρχειν ἑκόντων, ὡς καὶ Μαξίμου τοῦ ὑπάτου τελευτήσαντος
εἰς τὴν περιοῦσαν ἔτι τῆς ἀρχῆς μίαν ἡμέραν ὕπατον ἀποδεῖξαι
Κανίνιον Ῥεβίλιον. πρὸς ὅν, ὡς ἔοικε, πολλῶν δεξιώσασθαι καὶ προπέμψαι
βαδιζόντων ὁ Κικέρων, ‘σπεύδωμεν,’ ἔφη, ‘πρὶν φθάσῃ τῆς ὑπατείας ἐξελθὼν ὁ ἄνθρωπος.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.