Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κάτωνα δὲ λαβεῖν ζῶντα φιλοτιμούμενος
ἔσπευδε πρὸς Ἰτύκην ἐκείνην γὰρ παραφυλάττων τὴν πόλιν οὐ μετέσχε τοῦ
ἀγῶνος, πυθόμενος δὲ ὡς ἑαυτὸν ὁ ἀνὴρ διεργάσαιτο, δῆλος μὲν ἦν
δηχθείς, ἐφ᾽ ᾧ δὲ ἄδηλον. εἶπε δ᾽ οὖν ‘ὦ
Κάτων, φθονῶ σοι τοῦ θανάτου: καὶ γὰρ σύ μοι τῆς σωτηρίας
ἐφθόνησας.’ ὁ μὲν οὖν μετὰ ταῦτα γραφεὶς ὑπ᾽ αὑτοῦ πρὸς Κάτωνα
τεθνεῶτα λόγος οὐ δοκεῖ πρᾴως ἔχοντος οὐδὲ εὐδιαλλάκτως σημεῖον εἶναι.
πῶς γὰρ ἂν ἐφείσατο ζῶντος εἰς ἀναίσθητον ἐκχέας ὀργὴν τοσαύτην;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.