Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πρὸς δὲ τὴν πλημμύραν τῆς θαλάττης καὶ τὴν ἀντίβασιν τοῦ κλύδωνος
ἀγριαίνων ὁ ποταμός, καὶ τραχὺς ἅμα καὶ κτύπῳ μεγάλῳ καὶ σκληραῖς
ἀνακοπτόμενος δίναις, ἄπορος ἦν βιασθῆναι τῷ κυβερνήτῃ καὶ μεταβαλεῖν
ἐκέλευσε τοὺς ναύτας ὡς ἀποστρέψων τὸν πλοῦν. αἰσθόμενος δὲ ὁ Καῖσαρ
ἀναδείκνυσιν ἑαυτόν, καὶ τοῦ κυβερνήτου λαβόμενος τῆς χειρός
ἐκπεπληγμένου πρὸς τὴν ὄψιν, ‘ἴθι,’ ἔφη, ‘γενναῖε, τόλμα καὶ δέδιθι [p. 536] μηδέν
Καίσαρα φέρεις καὶ τὴν Καίσαρος Τύχην συμπλέουσαν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.