Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ τὰς μὲν ἄλλας δυνάμεις καθ᾽ ὁδὸν
ἐπειγόμενος παρῆλθεν, ἱππεῖς δὲ ἔχων λογάδας ἑξακοσίους καὶ πέντε
τάγματα, χειμῶνος ἐν τροπαῖς ὄντος, ἱσταμένου Ἰαννουαρίου μηνὸς οὗτος
δ᾽ ἂν εἴη Ποσειδεὼν Ἀθηναίοις ἀφῆκεν εἰς τὸ πέλαγος καὶ διαβαλὼν τὸν
Ἰόνιον Ὤρικον καὶ Ἀπολλωνίαν αἱρεῖ, τὰ δὲ πλοῖα πάλιν ἀπέπεμψεν
εἰς Βρεντέσιον ἐπὶ τοὺς ὑστερήσαντας τῇ πορείᾳ στρατιώτας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.