Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐστράτευε δ᾽ εἰς Ἰβηρίαν πρότερον ἐγνωκὼς
τοὺς περὶ Ἀφράνιον καὶ Βάρρωνα Πομπηΐου πρεσβευτὰς ἐκβαλεῖν, καὶ τὰς
ἐκεῖ δυνάμεις καὶ τὰς ἐπαρχίας ὑφ᾽ αὑτῷ ποιησάμενος οὕτως ἐπὶ
Πομπήϊον ἐλαύνειν, μηδένα κατὰ νώτου τῶν πολεμίων ὑπολειπόμενος.
κινδυνεύσας δὲ καὶ τῷ σώματι πολλάκις κατ᾽ ἐνέδρας καὶ τῷ στρατῷ
μάλιστα διὰ λιμόν, οὐκ ἀνῆκε πρότερον διώκων καὶ προκαλούμενος καὶ
περιταφρεύων τοὺς ἄνδρας ἢ κύριος βίᾳ γενέσθαι τῶν στρατοπέδων καὶ τῶν
δυνάμεων, οἱ δὲ ἡγεμόνες ᾤχοντο πρὸς Πομπήϊον φεύγοντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.