Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Καίσαρι δὲ βουλομένῳ
μὲν εὐθὺς διώκειν ἀπορία νεῶν ἦν εἰς δὲ τήν Ῥώμην ἀνέστρεψε,
γεγονὼς ἐν ἡμέραις ἑξήκοντα πάσης ἀναιμωτὶ τῆς Ἰταλίας κύριος.
ἐπεὶ δὲ καί τήν πόλιν εὗρε μᾶλλον ἢ προσεδόκα καθεστῶσαν καί τῶν ἀπὸ
βουλῆς ἐν αὐτῇ συχνούς, τούτοις μὲν ἐπιεικῆ καί δημοτικὰ διελέχθη,
παρακαλῶν αὐτοὺς καί πρὸς Πομπήϊον ἀποστέλλειν ἄνδρας ἐπὶ συμβάσεσι
πρεπούσαις: ὑπήκουσε δ᾽ οὐδείς, εἴτε φοβούμενοι Πομπήϊον
ἐγκαταλελειμμένον, εἴτε μὴ νομίζοντες οὕτω Καίσαρα φρονεῖν, ἀλλ᾽
εὐπρεπείᾳ λόγων χρῆσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.