Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ Καῖσαρ τήν τε Τοῦ Δομετίου στρατιὰν
παρέλαβε καί τοὺς ἄλλους, ὅσους ἐν ταῖς πόλεσι Πομπηΐῳ
στρατολογουμένους ἔφθασε καταλαβών. πολὺς δὲ γεγονὼς ἤδη καί φοβερός ἐπ᾽
αὐτὸν ἤλαυνε Πομπήϊον. ὁ δὲ οὐκ ἐδέξατο τήν ἔφοδον, ἀλλ᾽ εἰς
Βρεντέσιον φυγών τοὺς μὲν ὑπάτους πρότερον ἔστειλε μετὰ δυνάμεως εἰς
Δυρράχιον, αὐτὸς δὲ ὀλίγον ὕστερον ἐπελθόντος
Καίσαρος ἐξέπλευσεν, ὡς ἐν τοῖς περὶ ἐκείνου γραφησομένοις τὰ καθ᾽
ἕκαστον δηλωθήσεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.