Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὐ γὰρ πρότερον ᾔσθοντο τὴν
νίκην ἢ κλαυθμὸν ἐκ τῆς Ἀλησίας ἀνδρῶν καὶ κοπετὸν γυναικῶν
ἀκουσθῆναι, θεασαμένων ἄρα κατὰ θάτερα μέρη πολλοὺς μὲν ἀργύρῳ καὶ
χρυσῷ κεκοσμημένους θυρεούς, πολλοὺς δὲ αἵματι πεφυρμένους θώρακας, ἔτι
δ᾽ ἐκπώματα καὶ σκηνὰς Γαλατικὰς ὑπὸ τῶν Ῥωμαίων εἰς τὸ στρατόπεδον
κομιζομένας. οὕτως ὀξέως ἢ τοσαύτη δύναμις, ὥσπερ εἴδωλον ἢ ὄνειρον,
ἠφάνιστο καὶ διεπεφόρητο, τῶν πλείστων ἐν τῇ μάχῃ πεσόντων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.