Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐνταῦθα δὲ αὐτῷ τῶν
πολεμίων ἐπιπεσόντων καὶ περισχόντων μυριάσι πολλαῖς, ὁρμήσας διαγωνίσασθαι
τοῖς μὲν ὅλοις καταπολεμῶν ἐκράτησε, χρόνῳ πολλῷ καὶ φόνῳ
καταβιασάμενος τοὺς βαρβάρους, ἔδοξε δὲ κατ᾽ ἀρχάς τι καὶ σφαλῆναι, καὶ
δεικνύουσιν Ἀρβέρνοι ξιφίδιον πρὸς ἱερῷ κρεμάμενον, ὡς δὴ Καίσαρος
λάφυρον. ὃ θεασάμενος αὐτὸς ὕστερον ἐμειδίασε, καὶ τῶν φίλων καθελεῖν
κελευόντων οὐκ εἴασεν, ἱερὸν ἡγούμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.