Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
‘ἢρκει γὰρ,’ ἔφη, ‘τὸ μὴ
χρῆσθαι τοῖς ἀπαρέσκουσιν ὁ δὲ τὴν τοιαύτην ἀγροικίαν ἐξελέγχων
αὐτός ἐστιν ἄγροικος.’ ἐν ὁδῷ δέ ποτε συνελασθεὶς ὑπὸ χειμῶνος
εἰς ἔπαυλιν ἀνθρώπου πένητος, ὡς οὐδὲν εὗρε πλέον οἰκήματος ἑνὸς
γλίσχρως ἕνα δέξασθαι δυναμένου, πρὸς τοὺς φίλους εἰπών ὡς τῶν μὲν
ἐντίμων παραχωρητέον εἴη τοῖς κρατίστοις, τῶν δὲ ἀναγκαίων τοῖς
ἀσθενεστάτοις, Ὄππιον ἐκέλευσεν ἀναπαύσασθαι: αὐτὸς δὲ μετὰ τῶν ἄλλων
ὑπὸ τῷ προστεγίῳ τῆς θύρας ἐκάθευδεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.