previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλίππου δὲ στρατεύοντος ἐπὶ Βυζαντίους, ἦν μὲν ἑκκαιδεκέτης Ἀλέξανδρος, ἀπολειφθεὶς δὲ κύριος ἐν Μακεδονίᾳ τῶν πραγμάτων καὶ τῆς σφραγῖδος, Μαίδων τε τοὺς ἀφεστῶτας κατεστρέψατο, καὶ πόλιν ἑλὼν αὐτῶν τοὺς μὲν βαρβάρους ἐξήλασε, συμμίκτους δὲ κατοικίσας Ἀλεξανδρόπολιν προσηγόρευσεν. [2] ἐν δὲ Χαιρωνείᾳ τῆς πρὸς τοὺς ' Ἕλληνας μάχης παρὼν μετέσχε, καὶ λέγεται πρῶτος ἐνσεῖσαι τῷ ἱερῷ λόχῳ τῶν Θηβαίων, ἔτι δὲ καὶ καθ᾽ ἡμᾶς ἐδείκνυτο παλαιὰ παρὰ τὸν Κηφισὸν Ἀλεξάνδρου καλουμένη δρῦς, πρὸς ἣν τότε κατεσκήνωσε, καὶ τὸ πολυάνδριον οὐ πόρρω τῶν Μακεδόνων ἐστίν.

[3] ἐκ μὲν οὖν τούτων, ὡς εἰκὸς, Φίλιππος ὑπερηγάπα τὸν υἱόν, ὥστε καὶ χαίρειν τῶν Μακεδόνων Ἀλέξανδρον μὲν βασιλέα, Φίλιππον δὲ στρατηγὸν καλούντων, αἱ δὲ περὶ τὴν οἰκίαν ταραχαί, διὰ τοὺς γάμους καὶ τοὺς ἔρωτας αὐτοῦ τρόπον τινὰ τῆς βασιλείας τῇ γυναικωνίτιδι συννοσούσης, [p. 246] πολλὰς αἰτίας καὶ μεγάλας διαφορὰς παρεῖχον, ἃς τῆς Ὀλυμπιάδος χαλεπότης, δυσζήλου καὶ βαρυθύμου γυναικός, ἔτι μείζονας ἐποίει, παροξυνούσης τὸν Ἀλέξανδρον. [4] ἐκφανεστάτην δὲ Ἄτταλος παρέσχεν ἐν τοῖς Κλεοπάτρας γάμοις, ἣν Φίλιππος ἠγάγετο παρθένον, ἐρασθεὶς παρ᾽ ἡλικίαν τῆς κόρης, θεῖος γὰρ ὢν αὐτῆς Ἄτταλος ἐν τῷ πότῳ μεθύων παρεκάλει τοὺς Μακεδόνας αἰτεῖσθαι παρὰ θεῶν γνήσιον ἐκ Φιλίππου καὶ Κλεοπάτρας γενέσθαι διάδοχον τῆς βασιλείας, ἐπὶ τούτῳ παροξυνθεὶς Ἀλέξανδρος καὶ εἰπών, ‘ἡμεῖς δὲ σοι, κακὴ κεφαλὴ, νόθοι δοκοῦμεν;’ [5] ἔβαλε σκύφον ἐπ᾽᾽ αὐτόν, δὲ Φίλιππος ἐπ᾽ ἐκεῖνον ἐξανέστη σπασάμενος τὸ ξίφος, εὐτυχίᾳ δὲ ἑκατέρου διὰ τὸν θυμὸν καὶ τὸν οἶνον ἔπεσε σφαλείς, δὲ Ἀλέξανδρος ἐφυβρίζων, ‘οὗτος μέντοι,’ εἶπεν, ‘ἄνδρες, εἰς Ἀσίαν ἐξ Εὐρώπης παρεσκευάζετο διαβαίνειν, ὃς ἐπὶ κλίνην ἀπὸ κλίνης διαβαίνων ἀνατέτραπται.’ μετὰ ταύτην τὴν παροινίαν ἀναλαβὼν τὴν Ὀλυμπιάδα καὶ καταστήσας εἰς Ἤπειρον αὐτὸς ἐν Ἰλλυριοῖς διέτριβεν.

[6] ἐν τούτῳ δὲ Δημάρατος Κορίνθιος, ξένος ὢν τῆς οἰκίας καὶ παρρησίας μετέχων, ἀφίκετο πρὸς Φίλιππον. μετὰ δὲ τὰς πρώτας δεξιώσεις καὶ φιλοφροσύνας ἐπερωτῶντος τοῦ Φιλίππου πῶς ἔχουσιν ὁμονοίας πρὸς ἀλλήλους οἱ Ἕλληνες, ‘πάνυ γοῦν,’ ἔφη, ‘σοι προσήκει, Φίλιππε, κήδεσθαι τῆς Ἑλλάδος, ὃς τὸν οἶκον τὸν σεαυτοῦ [p. 248] στάσεως τοσαύτης καὶ κακῶν ἐμπέπληκας.’ οὕτω δὴ συμφρονήσας Φίλιππος ἔπεμψε καὶ κατήγαγε πείσας διὰ τοῦ Δημαράτου τὸν Ἀλέξανδρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: