Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἤδη γὰρ εἰς Ἀσίαν διαβεβηκώς, καὶ πυθόμενος
λόγους τινὰς ἐν βιβλίοις περὶ τούτων ὑπὸ Ἀριστοτέλους ἐκδεδόσθαι,
γράφει πρὸς αὐτὸν ὑπὲρ φιλοσοφίας παρρησιαζόμενος ἐπιστολήν, ἧς
ἀντίγραφόν ἐστιν: ‘Ἀλέξανδρος Ἀριστοτέλει εὖ
πράττειν. οὐκ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων
τίνι γὰρ [p. 242] δὴ διοίσομεν ἡμεῖς τῶν ἄλλων, εἰ καθ᾽ οὓς
ἐπαιδεύθημεν λόγους, οὗτοι πάντων ἔσονται κοινοί; ἐγὼ δὲ βουλοίμην
ἂν ταῖς περὶ τὰ ἄριστα ἐμπειρίαις ἢ ταῖς δυνάμεσι διαφέρειν.
ἔρρωσο.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.