previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ Πέρσαις ι πρῶτον μὲν ἀπέδωκε τὸ νόμισμα ταῖς γυναιξίν, ὥσπερ εἰώθεισαν οἱ βασιλεῖς, ὁσάκις εἰς Πέρσας ἀφίκοιντο, διδόναι χρυσοῦν ἑκάστῃ, καὶ διὰ τοῦτο φασιν ἐνίους μὴ πολλάκις, Ὦχον δὲ μηδὲ ἅπαξ εἰς Πέρσας παραγενέσθαι, διὰ μικρολογίαν ἀποξενώσαντα τῆς πατρίδος ἑαυτόν, [2] ἔπειτα τὸν Κύρου τάφον εὑρὼν διορωρυγμένον ἀπέκτεινε τὸν ἀδικήσαντα, καίτοι Πελλαῖος ἦν οὐ τῶν ἀσημοτάτων πλημμελήσας, ὄνομα Πολύμαχος. τὴν δὲ ἐπιγραφὴν ἀναγνούς ἐκέλευσεν Ἑλληνικοῖς ὑποχαράξαι γράμμασιν. εἶχε δὲ οὕτως: ‘ ἄνθρωπε, ὅστις εἶ καὶ ὅθεν ἥκεις, ὅτι μὲν γὰρ ἥξεις, οἶδα, ἐγὼ Κῦρός εἰμι Πέρσαις κτησάμενος τὴν ἀρχήν, μὴ οὖν τῆς ὀλίγης μοι ταύτης γῆς φθονήσῃς τοὐμὸν σῶμα περικαλύπτει.’ [3] ταῦτα μὲν οὖν ἐμπαθῆ σφόδρα τὸν Ἀλέξανδρον ἐποίησεν, ἐν νῷ λαβόντα τὴν ἀδηλότητα καὶ μεταβολήν.

δὲ Καλανὸς ἐνταῦθα χρόνον οὐ πολὺν ὑπὸ κοιλίας ἐνοχληθείς ᾐτήσατο πυρὰν αὑτῷ γενέσθαι, καὶ κομισθεὶς ἵππῳ πρὸς αὐτήν, ἐπευξάμενος καὶ κατασπείσας ἑαυτοῦ καὶ τῶν τριχῶν ἀπαρξάμενος, ἀναβαίνων ἐδεξιοῦτο τοὺς παρόντας τῶν Μακεδόνων, καὶ παρεκάλει τὴν ἡμέραν [p. 418] ἐκείνην ἡδέως γενέσθαι καὶ μεθυσθῆναι μετὰ τοῦ βασιλέως, αὐτὸν δὲ ἐκεῖνον ἔφη μετ᾽ ὀλίγον χρόνον ἐν Βαβυλῶνι ὄψεσθαι. [4] ταῦτα δ᾽ εἰπών κατακλιθεὶς καὶ συγκαλυψάμενος οὐκ ἐκινήθη τοῦ πυρὸς πλησιάζοντος, ἀλλ᾽ ἐν κατεκλίθη σχήματι, τοῦτο διατηρῶν ἐκαλλιέρησεν ἑαυτὸν τῷ πατρίῳ νόμῳ τῶν ἐκεῖ σοφιστῶν, τοῦτο πολλοῖς ἔτεσιν ὕστερον ἄλλος Ἰνδὸς ἐν Ἀθήναις Καίσαρι συνὼν ἐποίησε: καὶ δείκνυται μέχρι νῦν τὸ μνημεῖον Ἰνδοῦ προσαγορευόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: