Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ τὰς μὲν ναῦς ἐκέλευσε περιπλεῖν ἐν δεξιᾷ τὴν
Ἰνδικὴν ἐχούσας, ἡγεμόνα μὲν Νέαρχον ἀποδείξας, ἀρχικυβερνήτην δὲ
Ὀνησίκριτον αὐτὸς δὲ πεζῇ δι᾽ Ὠρειτῶν πορευόμενος εἰς ἐσχάτην
ἀπορίαν προήχθη καὶ πλῆθος ἀνθρώπων ἀπώλεσεν, ὥστε τῆς μαχίμου δυνάμεως
μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀπαγαγεῖν. καίτοι δώδεκα μὲν μυριάδες
ἦσαν οἱ πεζοί, τὸ δ᾽ ἱππικὸν εἰς μυρίους καὶ πεντακισχιλίους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.