Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ
γὰρ ὅπλα μείζονα καὶ φάτνας ἵππων καὶ χαλινοὺς βαρυτέρους κατασκευάσας
ἀπέλιπέ τε καὶ διέρριψεν ἱδρύσατο δὲ βωμοὺς θεῶν, οὓς μέχρι νῦν οἱ
Πραισίων βασιλεῖς διαβαίνοντες σέβονται καὶ [p. 402] θύουσιν
Ἑλληνικὰς θυσίας. Ἀνδρόκοττος δὲ μειράκιον ὢν αὐτόν Ἀλέξανδρον
εἶδε, καὶ λέγεται πολλάκις εἰπεῖν ὕστερον ὡς παρ᾽ οὐδὲν ἦλθε τὰ
πράγματα λαβεῖν Ἀλέξανδρος, μισουμένου τε καὶ καταφρονουμένου τοῦ βασιλέως
διὰ μοχθηρίαν καὶ δυσγένειαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.