previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ κίνδυνοι συνέπεσον καὶ τραύμασι νεανικοῖς ἀπήντησε, τὴν δὲ πλείστην φθορὰν ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο τῆς στρατιᾶς, αὐτὸς δὲ τόλμῃ τὴν τύχην ὑπερβαλέσθαι καὶ τὴν δύναμιν ἀρετῇ φιλοτιμούμενος, οὐδὲν ᾤετο τοῖς θαρροῦσιν ἀνάλωτον οὐδὲ ὀχυρὸν εἶναι τοῖς ἀτόλμοις. [2] λέγεται δὲ τὴν Σισιμίθρου πολιορκῶν πέτραν ἄβατον οὖσαν καὶ ἀπότομον 1 ἀθυμούντων τῶν στρατιωτῶν ἐρωτῆσαι τὸν Ὀξυάρτην ποῖός τις αὐτὸς εἴη τὴν ψυχὴν Σισιμίθρης. φήσαντος δὲ τοῦ Ὀξυάρτου δειλότατον ἀνθρώπων, ‘λέγεις σύ γε,’ φάναι, ‘τὴν [p. 390] πέτραν ἁλώσιμον ἡμῖν εἶναι τὸ γὰρ ἄρχον αὐτῆς οὐκ ὀχυρόν ἐστι.’ [3] ταύτην μὲν οὖν ἐκφοβήσας τὸν Σισιμίθρην ἔλαβεν. ἑτέρᾳ δὲ ὁμοίως ἀποτόμῳ προσβαλὼν τοὺς νεωτέρους τῶν Μακεδόνων παρώρμα, καὶ Ἀλέξανδρόν τινα καλούμενον μὲν προσαγορεύσας, ‘ἀλλὰ σοί γε,’ εἶπεν, ‘ἀνδραγαθεῖν προσήκει καὶ διὰ τὴν ἐπωνυμίαν.’ ἐπεὶ δὲ λαμπρῶς νεανίας ἀγωνιζόμενος ἔπεσεν, οὐ μετρίως ἐδήχθη. [4] τῇ δὲ καλουμένῃ Νύσῃ τῶν Μακεδόνων ὀκνούντων προσάγειν ; καὶ γάρ ποταμὸς ἦν πρὸς αὐτῇ βαθὺσ᾽ ᾿ ἐπιστὰς, ‘τί γὰρ,’ εἶπεν, ‘ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθονκαὶ ἤδη ἔχων τὴν ἀσπίδα περᾶν ἠθέλησεν. ἐπεὶ δὲ καταπαύσαντος τὴν μάχην αὐτοῦ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις δεησόμενοι, πρῶτον μὲν ὀφθεὶς ἀθεράπευτος ἐν τοῖς ὅπλοις ἐξέπληξεν αὐτούς: ἔπειτα προσκεφαλαίου τινὸς αὐτῷ κομισθέντος ἐκέλευσε λαβόντα καθίσαι τὸν πρεσβύτατον: Ἄκουφις ἐκαλεῖτο. [5] θαυμάσας οὖν τὴν λαμπρότητα καὶ φιλανθρωπίαν Ἄκουφις ἠρώτα τί βούλεται ποιοῦντας αὐτοὺς ἔχειν φίλους. φήσαντος δὲ τοῦ Ἀλεξάνδρου, ‘σὲ μὲν ἄρχοντα καταστήσαντας αὑτῶν, πρὸς δὲ ἡμᾶς πέμψαντας ἑκατὸν ἄνδρας τοὺς ἀρίστους,’ γελάσας Ἄκουφις, ‘ἀλλὰ βέλτιον,’ εἶπεν, ‘ἄρξω, βασιλεῦ, τοὺς κακίστους πρὸς σὲ πέμψας μᾶλλον τοὺς ἀρίστους.’

1 ἀπότομον Coraës' correction of the MSS. ἀπρόσβατον, for which Bekker reads ἀπρόσμαχον, after Schaefer. Sintenis2 suggests ἀπότομον καὶ ἀπρόσβατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: