previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοὺς δὲ ἄλλους σοφιστὰς καὶ κόλακας Καλλισθένης ἐλύπει σπουδαζόμενος μὲν ὑπὸ τῶν νέων διὰ τὸν λόγον, οὐχ ἧττον δὲ τοῖς πρεσβυτέροις ἀρέσκων διὰ τὸν βίον, εὔτακτον ὄντα καὶ σεμνὸν καὶ αὐτάρκη, καὶ βεβαιοῦντα τὴν λεγομένην τῆς ἀποδημίας πρόφασιν, ὅτι τοὺς πολίτας καταγαγεῖν καὶ κατοικίσαι πάλιν τὴν πατρίδα φιλοτιμούμενος ἀνέβη πρὸς Ἀλέξανδρον. [2] φθονούμενος δὲ διὰ τὴν δόξαν ἔστιν καὶ καθ᾽ αὑτοῦ τοῖς διαβάλλουσι παρεῖχε, τάς τε κλήσεις τὰ [p. 378] πολλὰ διωθούμενος, ἔν τε τῷ συνεῖναι βαρύτητι καὶ σιωπῇ δοκῶν οὐκ ἐπαινεῖν οὐδὲ ἀρέσκεσθαι τοῖς γινομένοις, ὥστε καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ἐπ᾽ αὐτῷ
μισῶ σοφιστήν, ὅστις οὐδ᾽ αὑτῷ σοφός.
[3] λέγεται δέ ποτε πολλῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου Μακεδόνας Καλλισθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν ὥστε ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπ᾽ αὐτόν: εἰπεῖν οὖν τὸν Ἀλέξανδρον ὅτι, κατ᾽ Εὐριπίδην, τὸν λαβόντα τῶν λόγων
καλὰς ἀφορμὰς οὐ μέγ᾽ ἔργον εὖ λέγειν:
[4]ἀλλ᾽ ἔνδειξαι,’ φάναι, ‘τὴν αὑτοῦ δύναμιν ἡμῖν κατηγορήσας Μακεδόνων, ἵνα καὶ βελτίους γένωνται μαθόντες πλημμελοῦσιν.’ οὕτω δὴ τὸν ἄνδρα πρὸς τῆς παλινῳδίαν τραπόμενον πολλὰ παρρησιάσασθαι κατὰ τῶν Μακεδόνων, καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως εἰπεῖν:
ἐν δὲ διχοστασίῃ καὶ πάγκακος ἔλλαχε τιμῆς
ἐφ᾽ πικρὸν καὶ βαρὺ ἐγγενέσθαι μῖσος τοῖς Μακεδόσι, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ὡς οὐ τῆς [p. 380] δεινότητος Καλλισθένης, ἀλλὰ τῆς δυσμενείας Μακεδόσιν ἀπόδειξιν δέδωκε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: