previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ πολλῷ δὲ ὕστερον συνηνέχθη καὶ τὰ περὶ Κλεῖτον, οὕτω μὲν ἁπλῶς πυθομένοις τῶν κατὰ Φιλώταν ἀγριώτερα λόγῳ μέντοι συντιθέντες ἅμα καὶ τὴν αἰτίαν καὶ τόν καιρόν, οὐκ ἀπὸ γνώμης, ἀλλὰ δυστυχίᾳ τινὶ ταῦτα εὑρίσκομεν πεπραγμένα τοῦ βασιλέως, ὀργὴν καὶ μέθην πρόφασιν τῷ Κλείτου δαίμονι παρασχόντος. [2] ἐπράχθη δὲ οὕτως, ἧκόν τινες ὀπώραν Ἑλληνικὴν ἀπὸ θαλάσσης τῷ βασιλεῖ κομίζοντες, δὲ θαυμάσας τὴν ἀκμὴν καὶ τὸ κάλλος ἐκάλει τόν Κλεῖτον, ἐπιδεῖξαι καὶ μεταδοῦναι βουλόμενος. δὲ θύων μὲν ἐτύγχανεν, ἀφεὶς δὲ τὴν θυσίαν ἐβάδιζε καὶ τρία τῶν κατεσπεισμένων προβάτων ἐπηκολούθησεν αὑτῷ. [3] πυθόμενος δὲ βασιλεὺς ἀνεκοινοῦτο τοῖς μάντεσιν Ἀριστάνδρῳ καὶ Κλεομάντει τῷ Λάκωνι. φησάντων δὲ πονηρὸν εἶναι τὸ σημεῖον, ἐκέλευσεν ἐκθύσασθαι κατὰ τάχος ὑπὲρ τοῦ Κλείτου. καὶ γὰρ αὐτὸς ἡμέρᾳ τρίτῃ κατὰ τοὺς ὕπνους ἰδεῖν ὄψιν ἄτοπον δόξαι γὰρ αὑτῷ τόν Κλεῖτον μετὰ τῶν Παρμενίωνος υἱῶν ἐν μέλασιν ἱματίοις καθέζεσθαι, τεθνηκότων ἁπάντων. [4] οὐ μὴν ἔφθασεν Κλεῖτος ἐκθυσάμενος, ἀλλ᾽ εὐθὺς ἐπὶ τὸ δεῖπνον ἧκε, τεθυκότος τοῦ βασιλέως Διοσκούροις. πότου δὲ νεανικοῦ συρραγέντος ᾔδετο ποιήματα Πρανίχου τινός, ὡς δέ φασιν ἔνιοι, Πιερίωνος, εἰς τοὺς στρατηγοὺς [p. 370] πεποιημένα τοὺς ἔναγχος ἡττημένους ὑπὸ τῶν βαρβάρων ἐπ᾽ αἰσχύνῃ καὶ γέλωτι. [5] τῶν δὲ πρεσβυτέρων δυσχεραινόντων καὶ λοιδορούντων τόν τε ποιητὴν καὶ τόν ᾁδοντα, τοῦ δὲ Ἀλεξάνδρου καὶ τῶν περὶ αὐτὸν ἡδέως ἀκροωμένων καὶ λέγειν κελευόντων, Κλεῖτος ἤδη μεθύων καὶ φύσει τραχὺς ὢν ὀργὴν καὶ αὐθάδης ἠγανάκτει μάλιστα, φάσκων οὐ καλῶς ἐν βαρβάροις καὶ πολεμίοις ὑβρίζεσθαι Μακεδόνας πολὺ βελτίονας τῶν γελώντων, εἰ καὶ δυστυχίᾳ κέχρηνται. [6] φήσαντος δὲ τοῦ Ἀλεξάνδρου τόν Κλεῖτον αὑτῷ συνηγορεῖν δυστυχίαν ἀποφαίνοντα τὴν δειλίαν, ἐπαναστὰς Κλεῖτος, ‘αὕτη μέντοι σε,’ εἶπεν, ‘ δειλία τόν ἐκ θεῶν ἤδη τῷ Σπιθριδάτου ξίφει τόν νῶτον ἐπιτρέποντα περιεποίησε, καὶ τῷ Μακεδόνων αἵματι καὶ τοῖς τραύμασι τούτοις ἐγένου τηλικοῦτος ὥστε Ἄμμωνι σαυτὸν εἰσποιεῖν ἀπειπάμενος Φίλιππον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: