Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οἱ δὲ καθ᾽ ὑπεροψίαν
ἤδη τοῦ Φιλώτου τραπόμενοι πρὸς ἕτερον καὶ δι᾽ ἐκείνου τῷ Ἀλεξάνδρῳ
προσαχθέντες πρῶτον μὲν τὰ τοῦ Λίμνου κατεῖπον, ἔπειτα παρεδήλωσαν
ἡσυχῇ τὸν Φιλώταν, ὡς ἀμελήσειεν αὐτῶν δὶς ἐντυχόντων. καί τοῦτο δὴ
σφόδρα παρώξυνε τὸν Ἀλέξανδρον: καὶ τοῦ πεμφθέντος ἐπὶ τὸν Λίμνου, ὡς
ἠμύνετο συλλαμβανόμενος, ἀποκτείναντος αὑτόν, ἔτι μᾶλλον διεταράχθη, τὸν
ἔλεγχον ἐκπεφευγέναι τῆς ἐπιβουλῆς νομίζων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.