previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐνταῦθα δὲ πρὸς αὐτὸν ἀφικέσθαι τὴν Ἀμαζόνα οἱ πολλοὶ λέγουσιν, ὧν καὶ Κλείταρχός ἐστι καὶ Πολύκλειτος καὶ Ὀνησίκριτος καὶ Ἀντιγένης καὶ Ἴστρος Ἀριστόβουλος δὲ καὶ Χάρης εἰσαγγελεύς καὶ Πτολεμαῖος καὶ Ἀντικλείδης καὶ Φίλων Θηβαῖος καὶ Φίλιππος Θεαγγελεὺς, πρὸς δὲ τούτοις Ἑκαταῖος Ἐρετριεὺς καὶ Φίλιππος Χαλκιδεὺς καὶ Δοῦρις Σάμιος πλάσμα φασὶ γεγονέναι τοῦτο. [2] καὶ μαρτυρεῖν αὐτοῖς ἔοικεν Ἀλέξανδρος. Ἀντιπάτρῳ γὰρ ἅπαντα γράφων ἀκριβῶς τὸν μὲν Σκύθην αὐτῷ φησι διδόναι τὴν θυγατέρα πρὸς γάμον, Ἀμαζόνος δὲ οὐ μνημονεύει, λέγεται δὲ πολλοῖς χρόνοις Ὀνησίκριτος ὕστερον ἤδη βασιλεύοντι Λυσιμάχῳ τῶν βιβλίων τὸ τέταρτον ἀναγινώσκειν, ἐν γέγραπται περὶ τῆς Ἀμαζόνος: τὸν οὖν Λυσίμαχον ἀτρέμα μειδιάσαντακαὶ ποῦ,’ φάναι, ‘τότε ἤμην ἐγώ;’ ταῦτα μὲν οὖν ἄν τις οὔτε ἀπιστῶν ἧττον οὔτε πιστεύων μᾶλλον Ἀλέξανδρον θαυμάσειε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: