Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
λέγεται δὲ καὶ τὰς δίκας διακρίνων ἐν ἀρχῇ τὰς
θανατικὰς τὴν χεῖρα τῶν ὤτων τῷ ἑτέρῳ προστιθέναι τοῦ κατηγόρου
λέγοντος, ὅπως τῷ κινδυνεύοντι καθαρὸν φυλάττηται καὶ ἀδιάβλητον. ἀλλ᾽
ὕστερόν γε αὑτὸν ἐξετράχυναν αἱ πολλαὶ διαβολαί, διὰ τῶν ἀληθῶν
πάροδον ἐπὶ τὰ ψευδῆ λαβοῦσαι. καὶ μάλιστα κακῶς ἀκούων ἐξίστατο τοῦ
φρονεῖν καὶ χαλεπὸς ἦν καὶ ἀπαραίτητος, ἅτε δὴ τὴν δόξαν ἀντὶ τοῦ
ζῆν καὶ τῆς βασιλείας ἠγαπηκώς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.