Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Ξέρξου δὲ ἀνδριάντα μέγαν θεασάμενος ὑπὸ
πλήθους τῶν ὠθουμένων εἰς τὰ βασίλεια πλημμελῶς ἀνατετραμμένον ἐπέστη,
καὶ καθάπερ ἔμψυχον προσαγορεύσας, ‘πότερόν σε,’
εἶπε, ‘διὰ τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν κείμενον
παρέλθωμεν ἢ διὰ τὴν ἄλλην μεγαλοφροσύνην καὶ ἀρετὴν ἐγείρωμεν;’
τέλος δὲ πολὺν χρόνον πρὸς ἑαυτῷ γενόμενος καὶ σιωπήσας παρῆλθε,
βουλόμενος δὲ τοὺς στρατιώτας ἀναλαβεῖν καὶ γὰρ ἦν [p. 336]
χειμῶνος ὥρα τέσσαρας μῆνας αὐτόθι διήγαγε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.