Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀρξαμένους δὲ βώλοις ἀκροβολίζεσθαι πρὸς ἀλλήλους, εἶτα πυγμαῖς, τέλος
ἐκκεκαῦσθαι τῇ φιλονεικίᾳ καὶ μέχρι λίθων καὶ ξύλων, [p. 316]
πολλοὺς καὶ δυσκαταπαύστους γεγονότας. ταῦτα ἀκούσας
ἐκέλευσεν αὐτοὺς μονομαχῆσαι τοὺς ἡγεμόνας καὶ τὸν μὲν Ἀλέξανδρον
αὐτὸς ὥπλισε, τὸν δὲ Δαρεῖον Φιλώτας, ἐθεᾶτο δὲ ὁ στρατός, ἐν
οἰωνῷ τινι τοῦ μέλλοντος τιθέμενος τὸ γιγνόμενον. ἰσχυρᾶς δὲ τῆς μάχης
γενομένης ἐνίκησεν ὁ καλούμενος Ἀλέξανδρος, καὶ δωρεὰν ἔλαβε δώδεκα
κώμας καὶ στολῇ Περσικῇ χρῆσθαι. ταῦτα μὲν οὖν Ἐρατοσθένης ἱστόρηκε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.