Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐπέπληξε δὲ καὶ
Ἅγνωνι γράψαντι πρὸς αὐτόν ὅτι Κρωβύλον εὐδοκιμοῦντα ἐν Κορίνθῳ
βούλεται πριάμενος ἀγαγεῖν πρὸς αὐτόν, πυνθανόμενος δὲ μισθοφόρων τινῶν
γύναια διεφθαρκέναι Δάμωνα καὶ Τιμόθεον Μακεδόνας τῶν ὑπὸ Παρμενίωνι
στρατευομένων, ἔγραψε Παρμενίωνι κελεύων, ἐὰν ἐλεγχθῶσιν, ὡς θηρία ἐπὶ
καταφθορᾷ τῶν ἀνθρώπων γεγονότα τιμωρησάμενον ἀποκτεῖναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.