previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ Φιλόξενος τῶν ἐπὶ θαλάττῃ στρατηγὸς ἔγραψεν εἶναι παρ᾽ αὐτῷ Θεόδωρόν τινα Ταραντῖνον ἔχοντα παῖδας ὠνίους δύο τὴν ὄψιν ὑπερφυεῖς, καὶ πυνθανόμενος εἰ πρίηται, χαλεπῶς ἐνεγκὼν ἐβόα πολλάκις πρὸς τοὺς φίλους, ἐρωτῶν τί πώποτε Φιλόξενος αἰσχρὸν αὐτῷ [p. 286] συνεγνωκώς τοιαῦτα ὀνείδη προξενῶν κάθηται, τὸν δὲ Φιλόξενον αὐτόν ἐν ἐπιστολῇ πολλὰ λοιδορήσας ἐκέλευσεν αὐτοῖς φορτίοις τὸν Θεόδωρον εἰς τὸν ὄλεθρον ἀποστέλλειν. [2] ἐπέπληξε δὲ καὶ Ἅγνωνι γράψαντι πρὸς αὐτόν ὅτι Κρωβύλον εὐδοκιμοῦντα ἐν Κορίνθῳ βούλεται πριάμενος ἀγαγεῖν πρὸς αὐτόν, πυνθανόμενος δὲ μισθοφόρων τινῶν γύναια διεφθαρκέναι Δάμωνα καὶ Τιμόθεον Μακεδόνας τῶν ὑπὸ Παρμενίωνι στρατευομένων, ἔγραψε Παρμενίωνι κελεύων, ἐὰν ἐλεγχθῶσιν, ὡς θηρία ἐπὶ καταφθορᾷ τῶν ἀνθρώπων γεγονότα τιμωρησάμενον ἀποκτεῖναι. [3] καὶ περὶ ἑαυτοῦ κατὰ λέξιν ἐν ταύτῃ τῇ ἐπιστολῇ γέγραφεν: ‘ἐγὼ γὰρ οὐχ ὅτι ἑωρακὼς ἂν εὑρεθείην τὴν Δαρείου γυναῖκα βεβουλημένος ἰδεῖν, ἀλλ᾽ οὐδὲ τῶν λεγόντων περὶ τῆς εὐμορφίας αὐτῆς προσδεδεγμένος τὸν λόγονἔλεγε δὲ μάλιστα συνιέναι θνητὸς ὢν ἐκ τοῦ καθεύδειν καὶ συνουσιάζειν, ὡς ἀπὸ μιᾶς ἐγγινόμενον ἀσθενείας τῇ φύσει καὶ τὸ πονοῦν καὶ τὸ ἡδόμενον.

[4] ἢν δὲ καὶ γαστρὸς ἐγκρατέστατος, καὶ τοῦτο ἄλλοις τε πολλοῖς ἐδήλωσε καὶ τοῖς πρὸς Ἄδαν λεχθεῖσιν, ἣν ἐποιήσατο μητέρα καὶ Καρίας βασίλισσαν ἀπέδειξεν. ὡς γὰρ ἐκείνη φιλοφρονουμένη πολλὰ μὲν ὄψα καθ᾽ ἡμέραν ἀπέστελλεν αὐτῷ καὶ πέμματα, τέλος δὲ τοὺς δοκοῦντας εἶναι δεινοτάτους ὀψοποιοὺς καὶ ἀρτοποιούς, ἔφη τούτων μηδενὸς δεῖσθαι: [5] βελτίονας γὰρ ὀψοποιοὺς ἔχειν ὑπὸ τοῦ παιδαγωγοῦ Λεωνίδου δεδομένους [p. 288] αὐτῷ, πρὸς μὲν τὸ ἄριστον, νυκτοπορίαν, πρὸς δὲ τὸ δεῖπνον, ὀλιγαριστίαν. ‘ δ᾽ αὐτὸς οὗτος ἀνὴρ,’ ἔφη, ‘καὶ τῶν στρωμάτων ἐπιὼν τὰ ἀγγεῖα καὶ τῶν ἱματίων ἔλυεν, ἐπισκοπῶν μή τί μοι τρυφερὸν περισσὸν μήτηρ ἐντέθεικεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: