previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τρεπομένῳ δὲ πρὸς τὸ δεῖπνον αὐτῷ φράζει τις ἐν τοῖς αἰχμαλώτοις ἀγομένας μητέρα καὶ γυναῖκα Δαρείου καὶ θυγατέρας δύο παρθένους ἰδούσας τὸ ἅρμα καὶ τὰ τόξα κόπτεσθαι καὶ θρηνεῖν, ὡς ἀπολωλότος ἐκείνου. συχνὸν οὖν ἐπισχὼν χρόνον Ἀλέξανδρος, καὶ ταῖς ἐκείνων τύχαις μᾶλλον ταῖς ἑαυτοῦ ἐμπαθὴς γενόμενος, πέμπει Λεοννάτον, ἀπαγγεῖλαι κελεύσας ὡς οὔτε Δαρεῖος τέθνηκεν οὔτε Ἀλέξανδρον δεδιέναι χρή: [2] Δαρείῳ γὰρ ὑπὲρ ἡγεμονίας πολεμεῖν, ἐκείναις δὲ πάντα ὑπάρξειν ὧν καὶ Δαρείου βασιλεύοντος ἠξιοῦντο. τοῦ δὲ λόγου ταῖς γυναιξὶν ἡμέρου καὶ χρηστοῦ φανέντος ἔτι μᾶλλον τὰ τῶν ἔργων ἀπήντα φιλάνθρωπα. θάψαι γὰρ ὅσους ἐβούλοντο Περσῶν ἔδωκεν, ἐσθῆτι καὶ κόσμῳ χρησαμέναις ἐκ τῶν λαφύρων, θεραπείας τε καὶ τιμῆς ἦν εἶχον οὐδ᾽ ὁτιοῦν ἀφεῖλε, συντάξεις δὲ καὶ μείζονας ἐκαρποῦντο τῶν προτέρων, [3] δὲ καλλίστη καὶ βασιλικωτάτη χάρις ἦν παρ᾽ αὐτοῦ γυναιξὶ γενναίαις γενομέναις αἰχμαλώτοις καὶ σώφροσι μήτε ἀκοῦσαι τι μήτε ὑπονοῆσαι μήτε [p. 284] προσδοκῆσαι τῶν αἰσχρῶν, ἀλλ᾽ ὥσπερ οὐκ ἐν στρατοπέδῳ πολεμίων, ἀλλ᾽ ἐν ἱεροῖς καὶ ἁγίοις υλαττομένας φυλαττομένας παρθενῶσιν ἀπόρρητον ἔχειν καὶ ἀόρατον ἑτέροις δίαιταν. καίτοι λέγεταί γε τὴν Δαρείου γυναῖκα πολὺ πασῶν τῶν βασιλίδων εὐπρεπεστάτην γενέσθαι, καθάπερ καὶ αὐτὸς Δαρεῖος ἀνδρῶν κάλλιστος καὶ μέγιστος, τὰς δὲ παῖδας ἐοικέναι τοῖς γονεῦσιν.

[4] ἀλλ᾽ Ἀλέξανδρος, ὡς ἔοικε, τοῦ νικᾶν τοὺς πολεμίους τὸ κρατεῖν ἑαυτοῦ βασιλικώτερον ἡγούμενος, οὔτε τούτων ἔθιγεν οὔτε ἄλλην ἔγνω γυναῖκα πρὸ γάμου, πλὴν Βαρσίνης. αὕτη δὲ, μετὰ τὴν Μέμνονος τελευτὴν χήρα γενομένη, περὶ Δαμασκὸν ἐλήφθη. πεπαιδευμένη δὲ παιδείαν Ἑλληνικήν καὶ τὸν τρόπον ἐπιεικὴς οὖσα καὶ πατρὸς Ἀρταβάζου γεγονότος ἐκ βασιλέως θυγατρός, ἐγνώσθη, Παρμενίωνος προτρεψαμένου τὸν Ἀλέξανδρον, ὥς φησιν Ἀριστόβουλος, καλῆς καὶ γενναίας ἅψασθαι γυναικός, [5] τὰς δὲ ἄλλας αἰχμαλώτους ὁρῶν Ἀλέξανδρος κάλλει καὶ μεγέθει διαφερούσας ἔλεγε παίζων ὡς εἰσὶν ἀλγηδόνες ὀμμάτων αἱ Περσίδες, ἀντεπιδεικνύμενος δὲ πρὸς τὴν ἰδέαν τὴν ἐκείνων τὸ τῆς ἰδίας ἐγκρατείας καὶ σωφροσύνης κάλλος, ὥσπερ ἀψύχους εἰκόνας ἀγαλμάτων παρέπεμψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: