previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δέ τις ἐν τῷ Δαρείου στρατῷ πεφευγὼς ἐκ Μακεδονίας ἀνὴρ Μακεδών, Ἀμύντας, οὐκ ἄπειρος τῆς Ἀλεξάνδρου φύσεως, οὗτος ὡρμημένον ἰδὼν Δαρεῖον εἴσω τῶν στενῶν βαδίζειν ἐπ᾽ Ἀλέξανδρον, ἐδεῖτο κατὰ χώραν ὑπομένειν, ἐν πλάτος ἔχουσι πεδίοις καί ἀναπεπταμένοις πρὸς ἐλάττονας πλήθει τοσούτῳ διαμαχούμενον. [2] ἀποκριναμένου δὲ Δαρείου δεδιέναι μὴ φθάσωσιν αὑτὸν ἀποδράντες οἱ πολέμιοι καί διαφυγὼν ' Ἀλέξανδρος, ‘ἀλλὰ τούτου γε,’ εἶπεν, ‘ βασιλεῦ, χάριν θάρρει βαδιεῖται γὰρ ἐκεῖνος ἐπὶ σέ, καί σχεδὸν ἤδη βαδίζει.’ ταῦτα λέγων Ἀμύντας οὐκ ἔπειθεν, ἀλλ᾽ ἀναστὰς ἐπορεύετο Δαρεῖος εἰς Κιλικίαν, ἅμα δὲ Ἀλέξανδρος εἰς Συρίαν ἐπ᾽ ἐκεῖνον, [3] ἐν δὲ τῇ νυκτὶ διαμαρτόντες ἀλλήλων αὖθις ἀνέστρεφον, Ἀλέξανδρος μὲν ἡδόμενός τε τῇ συντυχίᾳ καί σπεύδων ἀπαντῆσαι περὶ τὰ στενά, Δαρεῖος δὲ τὴν προτέραν ἀναλαβεῖν στρατοπεδείαν καί τῶν στενῶν ἐξελίξαι τὴν δύναμιν. ἤδη γὰρ ἐγνώκει παρὰ τὸ συμφέρον ἐμβεβληκὼς ἑαυτὸν εἰς χωρία θαλάττῃ καί ὄρεσι καί ποταμῷ διὰ μέσου ῥέοντι τῷ Πινάρῳ δύσιππα, καί διεσπασμένα πολλαχοῦ, καί πρὸς τῆς ὀλιγότητος τῶν πολεμίων ἔχοντα τὴν θέσιν. [4] Ἀλεξάνδρῳ δὲ τὸν μὲν τόπον τύχη παρέσχεν, [p. 280] ἐστρατήγησε δὲ τῶν ἀπὸ τῆς τύχης ὑπαρχόντων πρὸς τὸ νικῆσαι βέλτιον, ὅς γε τοσούτῳ πλήθει τῶν βαρβάρων λειπόμενος ἐκείνοις μὲν οὐ παρέσχε κύκλωσιν, αὐτὸς δὲ τῷ δεξιῷ τὸ εὐώνυμον ὑπερβαλὼν καί γενόμενος κατὰ κέρας φυγὴν ἐποίησε τῶν καθ᾽ αὑτὸν βαρβάρων, ἐν πρώτοις ἀγωνιζόμενος, ὥστε τρωθῆναι ξίφει τὸν μηρόν, ὡς μὲν Χάρης φησίν, ὑπὸ Δαρείου συμπεσεῖν γὰρ αὐτοὺς εἰς χεῖρας, [5] Ἀλέξανδρος δὲ περὶ τῆς μάχης ἐπιστέλλων τοῖς περὶ τὸν Ἀντίπατρον οὐκ εἴρηκεν ὅστις ἦν τρώσας, ὅτι δὲ τρωθείη τὸν μηρὸν ἐγχειριδίῳ, δυσχερὲς δ᾽ οὐδὲν ἀπὸ τοῦ τραύματος συμβαίη γέγραφε.

νικήσας δὲ λαμπρῶς καί καταβαλὼν ὑπὲρ ἕνδεκα μυριάδας τῶν πολεμίων, Δαρεῖον μὲν οὐχ εἷλε τέτταρας σταδίους πέντε προλαβόντα τῇ φυγῇ, τὸ δὲ ἅρμα καί τὸ τόξον αὐτοῦ λαβὼν ἐπανῆλθε: [6] καί κατέλαβε τοὺς Μακεδόνας τὸν μὲν ἄλλον πλοῦτον ἐκ τοῦ βαρβαρικοῦ στρατοπέδου φέροντας καί ἄγοντας ὑπερβάλλοντα πλήθει, καίπερ εὐζώνων πρὸς τὴν μάχην παραγενομένων καὶ τὰ πλεῖστα τῆς ἀποσκευῆς ἐν Δαμασκῷ καταλιπόντων, τὴν δὲ Δαρείου σκηνὴν ἐξῃρηκότας ἐκείνῳ, θεραπείας τε λαμπρᾶς καί παρασκευῆς καί χρημάτων πολλῶν γέμουσαν. [7] εὐθὺς οὖν ἀποδυσάμενος τὰ ὅπλα πρὸς τὸ λουτρὸν ἐβάδιζεν, εἰπών: ‘ἴωμεν ἀπολουσόμενοι τὸν ἀπὸ τῆς μάχης ἱδρῶτα τῷ Δαρείου λουτρῷ.’ καί τις τῶν ἑταίρωνμὰ τὸν Δίαεἶπεν, ‘ἀλλὰ τῷ Ἀλεξάνδρου: τὰ γὰρ τῶν ἡττωμένων εἶναί τε δεῖ καί προσαγορεύεσθαι τοῦ κρατοῦντος.’ [8] ὡς δὲ [p. 282] εἶδε μὲν ὅλκια καί κρωσσοὺς καί πυέλους καί ἀλαβάστρους, πάντα χρυσοῦ, ἠσκημένα περιττῶς, ὠδώδει δὲ θεσπέσιον οἷον ὑπὸ ἀρωμάτων καί μύρων οἶκος, ἐκ δὲ τούτου παρῆλθεν εἰς σκηνὴν ὕψει τε καί μεγέθει καί τῷ περὶ τὴν στρωμνὴν καί τραπέζας καί τὸ δεῖπνον αὐτοῦ κόσμῳ θαύματος ἀξίαν, διαβλέψας πρὸς τοὺς ἑταίρους, ‘τοῦτο ἦν, ὡς ἔοικεν,’ ἔφη, ‘τὸ βασιλεύειν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: