Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ὁ δὲ θυμῷ μᾶλλον ἢ λογισμῷ πρῶτος ἐμβαλὼν τόν τε ἵππον ἀποβάλλει
ξίφει πληγέντα διὰ τῶν πλευρῶν ἦν δὲ ἕτερος, οὐχ ὁ Βουκεφάλας, καὶ
τοὺς πλείστους τῶν ἀποθανόντων καὶ τραυματισθέντων ἐκεῖ συνέβη κινδυνεῦσαι
καὶ πεσεῖν,' πρός ἀνθρώπους ἀπεγνωκότας καὶ μαχίμους συμπλεκομένους: [p. 268]
λέγονται δὲ πεζοὶ μὲν δισμύριοι τῶν βαρβάρων, ἱππεῖς δὲ δισχίλιοι
πεντακόσιοι πεσεῖν. τῶν δὲ περὶ τόν Ἀλέξανδρον Ἀριστόβουλός φησι
τέσσαρας καὶ τριάκοντα νεκροὺς γενέσθαι τοὺς πάντας, ὧν ἐννέα πεζοὺς
εἶναι,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.