Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐνέκειντο γὰρ κραυγῇ, καὶ
τοὺς ἵππους παραβάλλοντες τοῖς ἵπποις ἐχρῶντο δόρασι, καὶ ξίφεσι τῶν
δοράτων συντριβέντων. ὠσαμένων δὲ πολλῶν ἐπ᾽ αὐτὸν ἦν δὲ τῇ πέλτῃ
καὶ τοῦ κράνους τῇ χαίτῃ διαπρεπής, ἧς ἑκατέρωθεν εἱστήκει πτερὸν [p. 266] λευκότητι καὶ μεγέθει θαυμαστόν, ἀκοντισθεὶς μὲν ὑπὸ τὴν
ὑποπτυχίδα τοῦ θώρακος οὐκ ἐτρώθη, Ῥοισάκου δὲ
καὶ Σπιθριδάτου τῶν στρατηγῶν προσφερομένων ἅμα, τόν μὲν ἐκκλίνας,
Ῥοισάκῃ δὲ προεμβαλὼν τεθωρακισμένῳ καὶ τὸ δόρυ κατακλάσας ἐπὶ τὸ
ἐγχειρίδιον ὥρμησε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.