Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἑωθινῆς δὲ
φυλακῆς ὑπὲρ τοῦ Καίσαρος στρατοπέδου πολλὴν
ἡσυχίαν ἄγοντος ἐξέλαμψε μέγα φῶς, ἐκ δὲ
τούτου λαμπὰς ἀρθεῖσα φλογοειδὴς ἐπὶ τὸ1 Πομπηΐου
κατέσκηψε: καὶ τοῦτο ἰδεῖν φησι Καῖσαρ αὐτὸς ἐπιὼν τὰς φυλακάς. ἅμα δὲ ἡμέρᾳ, μέλλοντος αὐτοῦ πρὸς Σκοτοῦσαν ἀναζευγνύειν καὶ τὰς σκηνὰς τῶν στρατιωτῶν καθαιρούντων καὶ προπεμπόντων ὑποζύγια καὶ θεράποντας, ἧκον οἱ σκοποὶ φράζοντες ὅπλα πολλὰ καθορᾶν ἐν τῷ
[p. 294]
χάρακι τῶν πολεμίων διαφερόμενα, καὶ κίνησιν εἶναι καὶ θόρυβον ἀνδρῶν ἐπὶ μάχην ἐξιόντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.