Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ βουλῆς γενομένης καὶ γνώμην Κάτωνος εἰπόντος ἐψηφίσαντο μηδένα Ῥωμαίων ἄνευ παρατάξεως ἀναιρεῖν μηδὲ διαρπάζειν πόλιν ὑπήκοον Ῥωμαίοις, ἔτι μᾶλλον ἡ Πομπηΐου μερὶς ἠγαπήθη: καὶ γὰρ οἷς μηδὲν ἦν πρᾶγμα τοῦ πολέμου πόρρω κατοικοῦσιν ἢ δι᾽ ἀσθένειαν ἀμελουμένοις, τῷ γε βούλεσθαι συγκατετίθεντο καὶ τῷ λόγῳ συνεμάχουν ὑπὲρ τῶν δικαίων,
[p. 284]
ἡγούμενοι θεοῖς εἶναι καὶ ἀνθρώποις ἐχθρὸν ᾧ μὴ καθ᾽ ἡδονήν ἐστι νικᾶν Πομπήϊον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.