Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οὕτω δ᾽ οὖν ὁ Πομπήϊος ἐπήρθη, καὶ τοιαύτης καὶ τοσαύτης ὀλιγωρίας διὰ τὸ θαρρεῖν ἐγένετο μεστὸς ὥστε καὶ τῶν δεδιότων τὸν πόλεμον κατεγέλα, καὶ τοὺς λέγοντας ἂν ἐλαύνῃ Καῖσαρ ἐπὶ τὴν πόλιν, οὐχ ὁρᾶν δυνάμεις αἷς αὐτὸν ἀμυνοῦνται, μειδιῶν τῷ προσώπῳ καὶ διακεχυμένος ἀμελεῖν ἐκέλευσεν: ‘ὅπου γὰρ ἄν,’ ἔφη, ‘ τῆς Ἰταλίας ἐγὼ κρούσω τῷ ποδὶ τὴν γῆν, ἀναδύσονται καὶ πεζικαὶ καὶ ἱππικαὶ δυνάμεις.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.