Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αὐτὸς μὲν γὰρ ὡς σῶμα τὴν στρατιωτικὴν δύναμιν περικείμενος, οὐκ ἐπὶ τοὺς βαρβάρους, ἀλλ᾽ ὥσπερ ἐν θήραις καὶ κυνηγεσίοις τοῖς πρὸς ἐκείνους ἀγῶσι γυμνάζων, διεπόνει, καὶ κατεσκεύαζεν ἄμαχον καὶ φοβεράν, χρυσὸν δὲ καὶ ἄργυρον καὶ
[p. 248]
τἆλλα λάφυρα καὶ τὸν ἄλλον πλοῦτον τὸν ἐκ πολέμων τοσούτων περιγινόμενον εἰς τὴν Ῥώμην ἀποστέλλων, καὶ διαπειρῶν ταῖς δωροδοκίαις καὶ συγχορηγῶν ἀγορανόμοις καὶ στρατηγοῖς καὶ ὑπάτοις καὶ γυναιξὶν αὐτῶν, ᾠκειοῦτο πολλούς:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.