Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
οὐ
μὴν ἀλλὰ καί Κανίδιος εἰσήνεγκε δημαρχῶν νόμον, ἄνευ στρατιᾶς Πομπήϊον ἔχοντα ῥαβδούχους δύο διαλλάττειν Ἀλεξανδρεῦσι τὸν βασιλέα, καί Πομπήϊος μὲν ἐδόκει τῷ νόμῳ μὴ δυσχεραίνειν, ἡ δὲ σύγκλητος ἐξέβαλεν, εὐπρεπῶς σκηψαμένη δεδιέναι περὶ τἀνδρός. ἦν δὲ γράμμασιν ἐντυχεῖν διερριμμένοις κατ᾽ ἀγορὰν καί παρὰ τὸ βουλευτήριον ὡς δὴ Πτολεμαίου δεομένου Πομπήϊον αὐτῷ στρατηγὸν ἀντὶ τοῦ Σπινθῆρος δοθῆναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.