previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν οὖν Μιθριδάτου δίωξις ἐνδεδυκότος εἰς τὰ περὶ Βόσπορον ἔθνη καὶ τὴν Μαιῶτιν ἀπορίας εἶχε μεγάλας: Ἀλβανοὶ δὲ αὖθις ἀφεστῶτες αὐτῷ προσηγγέλθησαν. πρὸς οὓς ὑπ᾽ ὀργῆς καὶ φιλονεικίας ἐπιστρέψας τόν τε Κύρνον μόλις καὶ παραβόλως πάλιν διεπέρασεν ἐπὶ πολὺ σταυροῖς ὑπὸ τῶν βαρβάρων [p. 208] ἀποκεχαρακωμένον, [2] καὶ μακρᾶς αὐτὸν ἐκδεχομένης ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, μυρίους ἀσκοὺς ὕδατος ἐμπλησάμενος ἤλαυνεν ἐπὶ τοὺς πολεμίους, καὶ κατέλαβε πρὸς Ἄβαντι ποταμῷ παρατεταγμένους ἑξακισμυρίους πεζοὺς καὶ δισχιλίους ἱππεῖς ἐπὶ μυρίοις, ὡπλισμένους δὲ φαύλως καὶ δέρμασι θηρίων τοὺς πολλούς, ἡγεῖτο δὲ αὐτῶν βασιλέως ἀδελφὸς ὄνομα Κῶσις. [3] οὗτος ἐν χερσὶ τῆς μάχης γενομένης ἐπὶ τόν Πομπήϊον ὁρμήσας αὐτὸν ἔβαλεν ἐπὶ τὴν τοῦ θώρακος ἐπιπτυχὴν ἀκοντίσματι, Πομπήϊος δὲ ἐκεῖνον ἐκ χειρὸς διελάσας ἀνεῖλεν.

ἐν ταύτῃ τῇ μάχῃ λέγονται καὶ Ἀμαζόνες συναγωνίσασθαι τοῖς βαρβάροις, ἀπὸ τῶν περὶ τόν Θερμώδοντα ποταμὸν ὀρῶν καταβᾶσαι. μετὰ γὰρ τὴν μάχην σκυλεύοντες οἱ Ῥωμαῖοι τοὺς βαρβάρους πέλταις Ἀμαζονικαῖς καὶ κοθόρνοις ἐνετύγχανον, σῶμα δὲ οὐδὲν ὤφθη γυναικεῖον. [4] νέμονται δὲ τοῦ Καυκάσου τὰ καθήκοντα πρὸς τὴν Ὑρκανίαν θάλασσαν, οὐχ ὁμοροῦσαι τοῖς Ἀλβανοῖς, ἀλλὰ Γέλαι καὶ Λῆγες οἰκοῦσι διὰ μέσου: καὶ τούτοις ἔτους ἑκάστου δύο μῆνας εἰς ταὐτὸ φοιτῶσαι περὶ τόν Θερμώδοντα ποταμὸν ὁμιλοῦσιν, εἶτα καθ᾽ αὑτὰς ἀπαλλαγεῖσαι βιοτεύουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: