Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐκυρώθη δ᾽ οὖν ὁ νόμος, ὡς λέγουσι, πάσαις ταῖς φυλαῖς, καὶ κύριος ἀποδέδεικτο μὴ παρὼν ὁ Πομπήϊος ἁπάντων σχεδὸν ὧν ὁ Σύλλας ὅπλοις καὶ πολέμῳ τῆς πόλεως κρατήσας. αὐτὸς δὲ δεξάμενος τὰ γράμματα καὶ πυθόμενος τὰ δεδογμένα, τῶν φίλων παρόντων καὶ συνηδομένων, τὰς ὀφρῦς λέγεται συναγαγεῖν καὶ τὸν μηρὸν πατάξαι καὶ εἰπεῖν ὡς ἂν βαρυνόμενος ἤδη καὶ δυσχεραίνων τὸ ἄρχειν ‘φεῦ τῶν ἀνηνύτων ἄθλων,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.