Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
εἶτα Ῥωμαίων
ἐν τοῖς ἐμφυλίοις πολέμοις περὶ θύρας τῆς ' Ῥώμης συμπεσόντων, ἔρημος οὖσα φρουρᾶς ἡ θάλασσα κατὰ μικρὸν αὐτοὺς ἐφείλκετο καὶ προῆγεν,
[p. 174]
οὐκέτι τοῖς πλέουσι μόνον ἐπιτιθεμένους, ἀλλὰ
καὶ νήσους καὶ πόλεις παραλίους ἐκκόπτοντας.
ἤδη δὲ καὶ χρήμασι δυνατοὶ καὶ γένεσι λαμπροὶ
καὶ τὸ1 φρονεῖν ἀξιούμενοι διαφέρειν ἄνδρες
ἐνέβαινον εἰς τὰ λῃστρικὰ καὶ μετεῖχον, ὡς καὶ δόξαν τινὰ καὶ φιλοτιμίαν τοῦ ἔργου φέροντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.