Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὁ δ᾽
οὖν Πομπήϊος, ἐπεὶ μετὰ τὴν μάχην ἀπήντα τῷ Μετέλλῳ καὶ πλησίον ἀλλήλων ἦσαν, ἐκέλευσεν ὑφεῖναι τὰς ῥάβδους, θεραπεύων ὡς προὔχοντα τιμῇ τὸν Μέτελλον. ὁ δὲ καὶ τοῦτο διεκώλυσε καὶ τἆλλα χρηστὸς ἦν ἀνὴρ περὶ αὐτόν, οὐδὲν ὡς ὑπατικῷ καὶ πρεσβυτέρῳ νέμων ἑαυτῷ πλέον, ἀλλ᾽ ἢ τὸ σύνθημα κοινῇ στρατοπεδευόντων εἰς ἅπαντας ἐξεπέμπετο παρὰ Μετέλλου: τὰ πολλὰ δὲ χωρὶς ἐστρατοπεδεύοντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.