Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
πλησίον γὰρ ὁ νεώς ἐστιν ὁ τῆς Ἰτωνίας
Ἀθηνᾶς, καὶ πρὸ αὐτοῦ τρόπαιον ἕστηκεν, ὃ πάλαι Βοιωτοὶ Σπάρτωνος στρατηγοῦντος ἐνταῦθα νικήσαντες Ἀθηναίους καὶ Τολμίδην ἀποκτείναντες ἔστησαν, ἅμα δ᾽ ἡμέρᾳ βουλόμενος ἐξελέγξαι τοὺς Θηβαίους ὁ Ἀγησίλαος, εἰ διαμαχοῦνται, στεφανοῦσθαι μὲν ἐκέλευσε τοὺς στρατιώτας, αὐλεῖν δὲ τοὺς αὐλητάς, ἱστάναι δὲ καὶ κοσμεῖν τρόπαιον ὡς νενικηκότας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.