Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
παρὰ δὲ σπεῖραν ἴλην ἱππέων ἔταξεν, ὡς
μηδὲν ἔχοι μέρος ἐνδεὲς ἱππικῆς βοηθείας, ἀλλὰ
πανταχόθεν ὁμαλῶς προσφέροιτο πεφραγμένος.
τῶν δὲ κεράτων τὸ μὲν Κασσίῳ, τὸ δὲ τῷ νέῳ
Κράσσῳ παρέδωκεν, αὐτὸς δ᾽ εἰς μέσον κατέστη.
καὶ προάγοντες οὕτως ἐπὶ ῥεῖθρον ἦλθον ὃ καλεῖται Βάλισσος, οὐ πολὺ μὲν ἄλλως οὐδὲ ἄφθονον, ἀσμένοις δὲ τότε τοῖς στρατιώταις φανὲν ἐν αὐχμῷ καὶ καύματι καὶ παρὰ τὴν ἄλλην ἐπίπονον καὶ ἄνυδρον πορείαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.