Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὁ δὲ Λούκουλλος
αἰσθόμενος καὶ διώξας ἠγάπησε μὲν οὐκ ἐμπεσὼν ἀσύντακτος εἰς τοὺς πολεμίους, καθίζει δὲ τὸν στρατὸν περὶ τὴν Θρᾳκίαν λεγομένην κώμην ἐν τόπῳ κατὰ τῶν ὁδῶν ἄριστα πεφυκότι καὶ τῶν χωρίων, ἀφ᾽ ὧν καὶ δι᾽ ὧν ἀναγκαῖον ἦν τοῖς Μιθριδατικοῖς τὰ ἐπιτήδεια φοιτᾶν. διὸ καὶ περιλαβὼν τῇ διανοίᾳ τὸ μέλλον οὐκ ἀπεκρύψατο τοὺς στρατιώτας, ἀλλ᾽ ἅμα τῷ θέσθαι τὸ στρατόπεδον καὶ ἀπὸ τῶν ἔργων γενέσθαι συναγαγὼν αὐτοὺς ἐμεγαληγόρησεν, ὡς ὀλίγων ἡμερῶν ἀναιμωτὶ τὸ νίκημα παραδώσων αὐτοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.