Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ τελευτῶν ἔργον οὐ σεμνὸν οὐδ᾽ ἐπαινετόν, ἄλλως
δ᾽ ἀνύσιμον πρὸς τὸ τέλος ἐκ τῆς ἀνάγκης
ὑπέμεινε παρὰ τὴν ἑαυτοῦ φύσιν.
Πραικία τις ἦν ὄνομα τῶν ἐφ᾽ ὥρᾳ καὶ λαμυρίᾳ διαβοήτων ἐν τῇ πόλει, τὰ μὲν ἄλλα κρείττων οὐδὲν ἀνέδην ἑταιρούσης γυναικός, ἐκ δὲ τοῦ χρῆσθαι τοῖς ἐντυγχάνουσιν αὐτῇ καὶ διαλεγομένοις πρὸς τὰς ὑπὲρ τῶν φίλων σπουδὰς καὶ πολιτείας προσλαβοῦσα τῇ λοιπῇ χάριτι τὸ δοκεῖν φιλέταιρός τις εἶναι καὶ δραστήριος ἴσχυσε μέγιστον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.