Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ διαβὰς τὸν Λύκον ποταμὸν εἰς τὸ πεδίον προὐκαλεῖτο τοὺς Ῥωμαίους. γενομένης δ᾽ ἱππομαχίας ἔφυγον οἱ Ῥωμαῖοι: Πομπώνιος δ᾽ ἀνὴρ οὐκ ἄδοξος ἑάλω τετρωμένος καὶ πρὸς τὸν Μιθριδάτην ἀνήχθη κακῶς ὑπὸ τραυμάτων διακείμενος, πυθομένου δὲ τοῦ βασιλέως, εἰ σωθεὶς ὑπ᾽ αὐτοῦ γενήσεται φίλος, ‘ἄν γε δή,’ ἔφη, ‘Ῥωμαίοις διαλλαγῇς: εἰ δὲ μή, πολέμιος.’ τοῦτον μὲν θαυμάσας ὁ Μιθριδάτης οὐκ ἠδίκησε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.